Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.224 Dem. 19.227 (English) >>Dem. 19.230

19.226οὐκοῦν δεινόν, ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθʼ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρʼ ἐκείνου πρὸς ἑκάτερʼ αἴσθησιν ὑπάρχειν, ὥσθʼ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδʼ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρʼ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρʼ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμʼ ἀγωνίζεσθαι, καὶ ταῦτα παρʼ ὑμῖν τοῖς ἅπαντʼ εἰδόσιν. 19.227βούλεσθʼ οὖν εἰδέναι καὶ ἀκοῦσαι τὸ τούτων αἴτιον; ἐγὼ δὴ φράσω, ἀξιῶ δὲ μηδένʼ ἄχθεσθαί μοι λέγοντι τἀληθῆ. ὅτι ἐκεῖνος μὲν ἕν, οἶμαι, σῶμʼ ἔχων καὶ ψυχὴν μίαν παντὶ θυμῷ καὶ φιλεῖ τοὺς ἑαυτὸν εὖ ποιοῦντας καὶ μισεῖ τοὺς τἀναντία, ὑμῶν δʼ ἕκαστος πρῶτον μὲν οὔτε τὸν εὖ ποιοῦντα τὴν πόλιν αὑτὸν εὖ ποιεῖν ἡγεῖται, 19.228οὔτε τὸν κακῶς <κακῶς>, ἀλλʼ ἕτερʼ ἐστὶν ἑκάστῳ προυργιαίτερα, ὑφʼ ὧν παράγεσθε πολλάκις, ἔλεος, φθόνος, ὀργή, χαρίσασθαι τῷ δεηθέντι, ἄλλα μυρία· ἂν δʼ ἄρʼ ἅπαντά τις ἐκφύγῃ, ἀλλὰ τούς γʼ οὐδένα βουλομένους εἶναι τοιοῦτον οὐ διαφεύξεται. δʼ ἐφʼ ἑκάστου τούτων ἁμαρτία κατὰ μικρὸν ὑπορρέουσα ἁθρόος τῇ πόλει βλάβη γίγνεται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.224 Dem. 19.227 (English) >>Dem. 19.230

Powered by PhiloLogic